καὶ τοῦτο πρῶτον αὑτοὺς ἐτάραξεν ἤδη τῶν πολεμίων ἐν χερσὶν ὄντων, εἶτα τῶν ἄλλων οὐδὲν ἦν κόσμῳ γινόμενον, ἀλλὰ πολλὴν μὲν ἀταξίαν τὰ σκευοφόρα τοῖς μαχομένοις ἐμπλαζόμενα παρεῖχε, πολλοὺς δὲ τὰ χωρία διασπασμοὺς ἐποίει τάφρων ὄντα μεστὰ καὶ ὀρυγμάτων, ἃ φοβούμενοι καὶ περιϊόντες ἠναγκάζοντο φύρδην καὶ κατὰ μέρη πολλὰ συμπλέκεσθαι τοῖς ἐναντίοις. μόναι δὲ δύο λεγεῶνες οὕτω γὰρ τὰ τάγματα Ῥωμαῖοι καλοῦσιν, ἐπίκλησιν ἡ μὲν Οὐϊτελλίου Ἅρπαξ, ἡ δὲ Ὄθωνος Βοηθός, εἰς πεδίον ἐξελίξασαι ψιλὸν καὶ ἀναπεπταμένον, νόμιμόν τινα μάχην, συμπεσοῦσαι φαλαγγηδόν, ἐμάχοντο πολὺν χρόνον. οἱ μὲν οὖν Ὄθωνος ἄνδρες ἦσαν εὔρωστοι καὶ ἀγαθοί, πολέμου δὲ καὶ μάχης τότε πρῶτον πεῖραν λαμβάνοντες· οἱ δὲ Οὐϊτελλίου πολλῶν ἀγώνων ἐθάδες, ἤδη δὲ γηραιοὶ καὶ παρακμάζοντες.