ὡπλισμένων δὲ ἤδη τῶν πολλῶν, καὶ τὸ σύνθημα παραλαμβανόντων παρὰ τοῦ Οὐάλεντος, ἐν ὅσῳ τὴν τάξιν διελάγχανε τὰ τάγματα, τοὺς ἀρίστους τῶν ἱππέων προεξέπεμψαν. ἐμπίπτει δὲ τοῖς προτεταγμένοις τῶν Ὄθωνος ἐκ δή τινος αἰτίας δόξα καὶ λόγος ὡς μεταβαλουμένων τῶν Οὐϊτελλίου στρατηγῶν πρὸς αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν, ἠσπάσαντο φιλίως συστρατιώτας προσαγορεύσαντες. ἐκείνων δὲ τὴν προσαγόρευσιν οὐκ εὐμενῶς, ἀλλὰ μετὰ θυμοῦ καὶ φωνῆς πολεμικῆς ἀμειψαμένων, τοῖς μὲν ἀσπασαμένοις ἀθυμία, τοῖς δὲ λοιποῖς ὑπόνοια κατὰ τῶν ἀσπασαμένων ὡς προδιδόντων παρέστη.