τῇ δὲ ὑστεραίᾳ βουλόμενον προάγειν ἐπὶ τοὺς πολεμίους ὁδὸν οὐκ ἐλάττονα σταδίων ἑκατὸν οἱ περὶ τὸν Παυλῖνον οὐκ εἴων, ἀλλʼ ᾤοντο δεῖν περιμένειν καὶ μὴ προπονεῖν ἑαυτούς, μηδὲ εὐθὺς ἐκ πορείας μάχην τίθεσθαι πρὸς ἄνδρας ὡπλισμένους καὶ παρατεταγμένους καθʼ ἡσυχίαν, ἐν ὅσῳ χρόνῳ προΐασιν αὐτοὶ τοσαύτην ὁδὸν ἀναμεμιγμένων ὑποζυγίων καὶ ἀκολούθων. οὔσης δὲ περὶ τούτων ἀντιλογίας ἐν τοῖς στρατηγοῖς ἦλθε παρʼ Ὄθωνος ἱππεὺς τῶν καλουμένων Νομάδων γράμματα κομίζων κελεύοντα μὴ μένειν μηδὲ διατρίβειν, ἀλλʼ ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους, ἐκεῖνοι μὲν οὖν ἄραντες ἐχώρουν, ὁ δὲ Κεκίνας πυθόμενος τὴν ἔφοδον αὐτῶν ἐθορυβήθη, καὶ κατὰ σπουδὴν ἀπολιπὼν τὰ ἔργα καὶ τὸν ποταμὸν ἧκεν εἰς τὸ στρατόπεδον.