<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="section" n="6"><p> τῶν δὲ παρὰ τὰς πύλας παρέντων αὐτὸν εἰσελθεῖν μετʼ ὀλίγων αὐτὸς ἀκοντίζεται λόγχῃ· καὶ ταύτην μὲν ἐδέξατο πρὸ αὐτοῦ θυρεῷ Σεπτίμιος, ἄλλων δὲ γυμνοῖς ξίφεσιν ἐπιφερομένων φυγὼν καὶ διωχθεὶς ἐν οἰκήματι στρατιώτου σφάττεται. καὶ τὸν νεκρὸν εἰς μέσον ἑλκύσαντες καὶ περιβαλόντες κιγκλίδα θέαμα τοῖς βουλομένοις μεθʼ ἡμέραν παρέσχον.</p></div></div><div type="textpart" subtype="chapter" n="15"><div type="textpart" subtype="section" n="1"><p> οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος ὁ Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ <pb n="p.236"/> κελεύσας ἀποθανεῖν ὅσοι μὴ διʼ αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος ὁ τὸν λόγον γράψας καί Μιθριδάτης ὁ Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως, μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων.</p></div></div></div></body></text></TEI>