ἀρθείσης δὲ βοῆς, εἴτε πεισθεὶς ὁ Νυμφίδιος, ὥς φασιν ἔνιοι, καλεῖν αὐτὸν ἤδη τοὺς στρατιώτας, εἴτε προλαβεῖν σπεύδων τὸ θορυβοῦν ἔτι καὶ διστάζον, ὑπὸ φωτὶ πολλῷ προῄει, λόγον τινὰ κομίζων ἐν βιβλίῳ γεγραμμένον ὑπὸ Κιγγωνίου Βάρρωνος, ὃν ἐκμεμελετήκει πρὸς τοὺς στρατιώτας εἰπεῖν. ἰδὼν δὲ κεκλεισμένας τοῦ στρατοπέδου τὰς πύλας καὶ περὶ τὰ τείχη πολλοὺς ὡπλισμένους ἔδεισε· καὶ προσιὼν ἠρώτα τί βούλονται καί τινος κελεύσαντος ἐν ὅπλοις γεγόνασιν. ἀπαντώσης δʼ αὐτῷ παρὰ πάντων μιᾶς φωνῆς, Γάλβαν αὐτοκράτορα γινώσκειν, κἀκεῖνος ὁμόσε χωρῶν ἐπευφήμει καὶ τοὺς ἑπομένους ἐκέλευε.