καὶ τὰ μὲν πρῶτα προφάσεις ἔχειν τὰ Νέρωνος ἐγκλήματα· νῦν δὲ Γάλβαν προδιδόναι, τίνα φόνον μητρὸς ἐγκαλοῦντας ἢ σφαγὴν γυναικός, ἢ ποίαν αἰδουμένους θυμέλην ἢ τραγῳδίαν τοῦ αὐτοκράτορος; ἀλλʼ οὐδὲ ἐκεῖνον ἐπὶ τούτοις ὑπεμείναμεν ἐγκαταλιπεῖν, ἀλλὰ Νυμφιδίῳ πεισθέντες ὅτι πρῶτος ἡμᾶς ἐγκατέλιπε καὶ πέφευγεν εἰς Αἴγυπτον. πότερον οὖν Νέρωνι Γάλβαν ἐπιθυσώμεθα, καὶ τὸν ἐκ Νυμφιδίας ἑλόμενοι Καίσαρα τὸν ἐκ Λιβίας ἀνέλωμεν, ὡς τὸν ἐξ Ἀγριππίνης ἀνείλομεν; ἢ τούτῳ δίκην ἐπιθέντες ὧν δέδρακε, τιμωροὶ μὲν Νέρωνος, Γάλβα δὲ φύλακες ἀγαθοὶ καὶ πιστοὶ φανῶμεν; ταῦτα λέγοντι τῷ χιλιάρχῳ προσέθεντο πάντες οἱ στρατιῶται, καὶ τοὺς ἄλλους προσιόντες ἐμμένειν παρεκάλουν τῇ πρὸς τὸν αὐτοκράτορα πίστει· καὶ τοὺς πλείους μετέστησαν.