<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="section" n="1"><p> ἦν δὲ Οὐίνιος ἀργυρίου μὲν ἐσχάτως καὶ παρʼ ὁντινοῦν ἥττων, ἔνοχος δὲ καὶ τοῖς περὶ γυναῖκας ἁμαρτήμασιν. ἔτι γὰρ ὢν νέος καὶ στρατευόμενος ὑπὸ Καλβισίῳ Σαβίνῳ τὴν πρώτην στρατείαν ἀκόλαστον οὖσαν τὴν γυναῖκα τοῦ ἡγεμόνος παρεισήγαγε νύκτωρ εἰς τὸ στρατόπεδον ἐν ἐσθῆτι στρατιωτικῇ καὶ διέφθειρεν ἐν τοῖς ἀρχείοις, ἃ πριγκίπια καλοῦσι Ῥωμαῖοι.</p></div><div type="textpart" subtype="section" n="2"><p> ἐπὶ τούτῳ δὲ Γάϊος Καῖσαρ ἔδησεν αὐτόν ἐκείνου δὲ ἀποθανόντος εὐτυχίᾳ χρησάμενος ἀπελύθη, δειπνῶν <pb n="paris.1624.1058"/> δὲ παρὰ Κλαυδίῳ Καίσαρι ποτήριον ἀργυροῦν ὑφείλετο πυθόμενος δὲ ὁ Καῖσαρ τῇ ὑστεραίᾳ πάλιν αὐτόν ἐπὶ δεῖπνον ἐκάλεσεν, ἐλθόντι δὲ ἐκέλευσεν ἐκείνῳ μηδὲν ἀργυροῦν, ἀλλὰ κεράμεα πάντα προσφέρειν καὶ παρατιθέναι τοὺς ὑπηρέτας.</p></div></div></div></body></text></TEI>