ἐνταῦθα Καφισίας ἀπήντησεν αὐτῷ, τῶν μὲν κυναρίων οὐ κρατήσας ἔφθη γὰρ ἀποπηδήσαντα, τὸν δὲ κηπουρὸν ἐγκεκλεικώς. ἀθύμους δὲ τοὺς πλείστους γενομένους καὶ κελεύοντας ἀπαλλάττεσθαι παρεθάρρυνεν ὁ Ἄρατος, ὡς ἀπάξων, ἂν οἱ κύνες ἄγαν ἐνοχλῶσιν αὐτοῖς. ἅμα δὲ τοὺς τὰς κλίμακας φέροντας προπέμψας, ὧν Ἔκδηλος ἡγεῖτο καὶ Μνασίθεος, αὐτὸς ἐπηκολούθει σχολαίως, ἤδη τῶν κυναρίων εὐτόνως ὑλακτούντων καὶ συμπαρατρεχόντων τοῖς περὶ τὸν Ἔκδηλον. οὐ μὴν ἀλλὰ προσέμιξάν τε τῷ τείχει καὶ προσήρεισαν τὰς κλίμακας ἀσφαλῶς. ἀναβαινόντων δὲ τῶν πρώτων,