οἱ μὲν οὖν οὕτω παραλογισθέντες ἀπηλλάγησαν· ὁ δὲ Ἄρατος εὐθὺς μετʼ ἄριστον ἐξελθὼν καὶ συνάψας πρὸς τὸν Πολυγνώτου πύργον τοῖς στρατιώταις εἰς Νεμέαν προῆγεν, ὅπου τὴν πρᾶξιν ἐξέφηνε τοῖς πολλοῖς τότε πρῶτον, ὑποσχέσεις τε καὶ παρακλήσεις ἐποιήσατο· καὶ σύνθημα παραδοὺς Ἀπόλλωνα ὑπερδέξιον προῆγεν ἐπὶ τὴν πόλιν, συμμέτρως τῇ περιφορᾷ τῆς σελήνης ἐπιταχύνων καὶ πάλιν ἀνιεὶς τὴν πορείαν, ὥστε τῷ μὲν φωτὶ χρῆσθαι καθʼ ὁδόν, ἤδη δὲ δυομένης περὶ τὸν κῆπον εἶναι πλησίον τοῦ τείχους.