<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="4"><p><milestone unit="para"/>ἐν τούτῳ δὲ κατασκόπων τινῶν ἐν Ἄργει τοῦ Νικοκλέους φανέντων καὶ περιιέναι λεγομένων ἀδήλως καὶ παραφυλάττειν τὸν Ἄρατον, ἅμʼ <pb n="p.14"/> ἡμέρᾳ προελθὼν καὶ φανερὸς ὢν ἐν ἀγορᾷ διέτριβε μετὰ τῶν φίλων εἶτʼ ἀλειψάμενος ἐν τῷ γυμνασίῳ καὶ παραλαβών τινας ἐκ τῆς παλαίστρας τῶν εἰωθότων πίνειν καὶ ῥᾳθυμεῖν μετʼ αὐτοῦ νεανίσκων ἀπῆγεν οἴκαδε· καὶ μετὰ μικρὸν ἑωρᾶτο τῶν οἰκετῶν αὐτοῦ διʼ ἀγορᾶς ὁ μὲν στεφάνους φέρων, ὁ δὲ λαμπάδας ὠνούμενος, ὁ δὲ τοῖς εἰθισμένοις παρὰ πότον ψάλλειν καὶ αὐλεῖν γυναίοις διαλεγόμενος.</p></div><div type="textpart" subtype="section" n="5"><p> ταῦτα δὲ οἱ κατάσκοποι πάντα ὁρῶντες ἐξηπάτηντο καὶ πρὸς ἀλλήλους ἀναγελῶντες ἔλεγον <q>οὐδὲν ἦν ἄρα τυράννου δειλότερον, εἰ καὶ Νικοκλῆς τηλικαύτην πόλιν ἔχων καὶ τοσαύτην δύναμιν ὀρρωδεῖ μειράκιον εἰς ἡδονὰς καὶ πότους μεθημερινοὺς τὰ τῆς φυγῆς ἐφόδια καταχρώμενον.</q></p></div></div></div></body></text></TEI>