<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="2"><p> ἄνδρας δὲ αὐτῷ τῶν μὲν ἐν Ἄργει φίλων ἕκαστος ἐξ ὀλίγων δέκα παρέσχεν, αὐτὸς δὲ τῶν ἰδίων οἰκετῶν τριάκοντα καθώπλισεν. ἐμισθώσατο δὲ καὶ διὰ Πρώτου Ξενοφίλου τῶν ἀρχικλώπων οὐ πολλοὺς στρατιώτας, οἷς διεδόθη λόγος ὡς ἐπὶ τὰς ἵππους τὰς βασιλικὰς εἰς τὴν Σικυωνίαν ἔξοδος ἔσοιτο. καὶ προεπέμφθησαν οἱ πολλοὶ σποράδες ἐπὶ τὸν Πολυγνώτου πύργον, ἐκεῖ κελευσθέντες περιμεῖναι.</p></div><div type="textpart" subtype="section" n="3"><p> προεπέμφθη δὲ καὶ Καφισίας ὑπʼ αὐτοῦ μετὰ τεσσάρων ἄλλων εὔζωνος, οὓς ἔδει πρὸς τὸν κηπουρὸν ἀφικέσθαι σκοταίους, φάσκοντας ὁδοιπόρους εἶναι, καὶ καταυλισαμένους αὐτόν τε συγκλεῖσαι καὶ τοὺς κύνας· οὐ γὰρ ἦν ἄλλῃ παρελθεῖν. τὰς δὲ κλίμακας διαλυτὰς οὔσας ἐμβαλόντες εἰς ἀχάνας καὶ κατακαλύψαντες ἐφʼ ἁμαξῶν προαπέστειλαν.</p></div></div></div></body></text></TEI>