<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="54"><div type="textpart" subtype="section" n="2"><p>δίκας γε μὴν ὁ Φίλιππος οὐ μεμπτὰς Διὶ ξενίῳ καὶ φιλίῳ τῆς ἀνοσιουργίας ταύτης τίνων διετέλεσε, καταπολεμηθεὶς μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐπέτρεψεν ἐκείνοις τὰ καθʼ αὑτόν, <pb n="p.124"/> ἐκπεσὼν δὲ τῆς ἄλλης ἀρχῆς καὶ τὰς ναῦς; πλὴν πέντε πάσας προέμενος καὶ χίλια προσεκτίσειν ὁμολογήσας τάλαντα καὶ τὸν υἱὸν ὁμηρεύσοντα παραδούς διʼ οἶκτον ἔτυχε Μακεδονίας καὶ τῶν συντελούντων. ἀποκτείνων δὲ ἀεὶ τοὺς ἀρίστους καὶ συγγενεστάτους φρίκης ἐνέπλησε καὶ μίσους ὅλην τὴν βασιλείαν πρὸς αὑτόν. </p></div><div type="textpart" subtype="section" n="3"><p> ἔν δὲ μόνον ἐν τοσούτοις κακοῖς εὐτύχημα κτησάμενος, υἱὸν ἀρετῇ διαφέροντα, τοῦτον φθόνῳ καὶ ζηλοτυπίᾳ τῆς παρὰ Ῥωμαίοις τιμῆς ἀνεῖλε, Περσεῖ δὲ θατέρῳ τὴν ἀρχὴν παρέδωκεν, ὅν οὐ γνήσιον, ἀλλʼ ὑπόβλητον εἶναί φασιν, ἐκ Γναθαινίου τινὸς ἀκεστρίας γενόμενον. τοῦτον Αἰμίλιος ἐθριάμβευσε καὶ κατέστρεψεν ἐνταῦθα τῆς Ἀντιγονικῆς βασιλείας ἡ διαδοχή, τὸ δὲ Ἀράτου γένος ἐν τῇ Σικυῶνι καὶ τῇ Πελλήνῃ διέμεινε καθʼ ἡμᾶς.</p></div></div></div></body></text></TEI>