<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="53"><div type="textpart" subtype="section" n="5"><p> μέλη δὲ ᾔδετο πρὸς κιθάραν ὑπὸ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ συνεπόμπευεν ὁ γυμνασίαρχος ἡγούμενος τῶν τε παίδων καὶ τῶν ἐφήβων, εἶτα ἐφείπετο ἡ βουλὴ στεφανηφοροῦσα καὶ τῶν ἄλλων πολιτῶν ὁ βουλόμενος. ὧν ἔτι δείγματα μικρὰ ταῖς ἡμέραις ἐκείναις ἐξοσιούμενοι διαφυλάττουσιν αἱ δὲ πλεῖσται τῶν τιμῶν ὑπὸ χρόνου καὶ πραγμάτων ἄλλων ἐκλελοίπασιν.</p></div></div><div type="textpart" subtype="chapter" n="54"><div type="textpart" subtype="section" n="1"><p> ἀλλὰ γὰρ ὁ μὲν πρεσβύτερος Ἄρατος οὕτω βιῶσαι καὶ τοιοῦτος γενέσθαι τὴν φύσιν ἱστορεῖται· τὸν δὲ υἱὸν αὐτοῦ μιαρὸς ὢν φύσει καὶ μετʼ ὠμότητος ὑβριστὴς ὁ Φίλιππος οὐ θανασίμοις, ἀλλὰ μανικοῖς ἐξέστησε τοῦ λογισμοῦ φαρμάκοις· καὶ παρέτρεψεν εἰς δεινὰς καὶ ἀλλοκότους ἐπιφοράς, πράξεων ἀτόπων καὶ σὺν αἰσχύνῃ παθῶν ὀλεθρίων ὀρεγόμενον, ὥστε τὸν θάνατον αὐτῷ, καίπερ ὄντι νέῳ καὶ ἀνθοῦντι, μὴ συμφοράν, ἀλλʼ ἀπόλυσιν κακῶν καὶ σωτηρίαν γενέσθαι.</p></div></div></div></body></text></TEI>