κομισθείσης δὲ τῆς μαντείας οἵ τε Ἀχαιοὶ σύμπαντες ἥσθησαν, καὶ διαφερόντως οἱ Σικυώνιοι μεταβαλόντες εἰς ἑορτὴν τὸ πένθος εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι περίοπτον ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκήδευσαν. καὶ καλεῖται μέχρι νῦν Ἀράτειον, καὶ θύουσιν αὐτῷ θυσίαν, τὴν μέν, ᾗ τὴν πόλιν ἀπήλλαξε τῆς τυραννίδος ἡμέρᾳ πέμπτῃ Δαισίου μηνός, ὃν Ἀθηναῖοι καλοῦσιν Ἀνθεστηριῶνα, καὶ τὴν θυσίαν ἐκείνην Σωτήρια προσαγορεύουσι, τὴν δὲ τοῦ μηνὸς ἐν ἡ γενέσθαι τὸν ἄνδρα διαμνημονεύουσι. τῆς μὲν οὖν προτέρας ὁ τὸν Διὸς τοῦ Σωτῆρος κατήρχετο θυηπόλος, τῆς δὲ δευτέρας ὁ τὸν Ἀράτου, στρόφιον οὐχ ὁλόλευκον, ἀλλὰ μεσοπόρφυρον ἔχων,