ὁ δὲ ποιησάμενος τὸν Ἄρατον συνήθη φάρμακον αὐτῷ δίδωσιν, οὐκ ὀξὺ καὶ σφοδρόν, ἀλλὰ τῶν θέρμας τε μαλακὰς τὸ πρῶτον ἐν τῷ σώματι καὶ βῆχα κινούντων ἀμβλεῖαν, εἶτα οὕτως κατὰ μικρὸν εἰς φθορὰν περαινόντων. οὐ μὴν ἔλαθέ γε τὸνἌρατον ἀλλʼ ὡς οὐδὲν ἦν ὄφελος ἐλέγχοντι, πράως καὶ σιωπῇ τὸ πάθος, ὡς δή τινα νόσον κοινὴν καὶ συνήθη νοσῶν, διήντλει. πλὴν ἑνός γε τῶν συνήθων ἐν τῷ δωματίῳ παρόντος ἀναπτύσας δίαιμον, ἰδόντος ἐκείνου καὶ θαυμάσαντος, ταῦτα, εἶπεν, ὦ Κεφάλων, ἐπίχειρα τῆς βασιλικῆς φιλίας.