<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="51"><div type="textpart" subtype="section" n="3"><p> εἰδέναι γὰρ ὑβρισμένον περιῆν, ἄλλο δὲ οὐδέν, ἀμύνασθαι μὴ δυναμένῳ. μεγίστην γὰρ ὁ Φίλιππος δοκεῖ καὶ παραλογωτάτην μεταβαλέσθαι μεταβολήν, ἐξ ἡμέρου βασιλέως καὶ μειρακίου σώφρονος ἀνὴρ ἀσελγὴς καὶ τύραννος ἐξώλης γενόμενος, τὸ δὲ οὐκ ἦν ἄρα μεταβολὴ φύσεως, ἀλλʼ ἐπίδειξις ἐν ἀδείᾳ κακίας πολὺν χρόνον διὰ φόβον ἀγνοηθείσης.</p></div></div><div type="textpart" subtype="chapter" n="52"><div type="textpart" subtype="section" n="1"><p> ὅτι γὰρ ἦν μεμιγμένον αἰσχύνῃ καὶ φόβῳ τὸ πρὸς τὸν Ἄρατον αὐτοῦ πάθος ἀπʼ ἀρχῆς συντεθραμμένον, ἐδήλωσεν οἷς ἔπραξε περὶ αὐτόν, ἐπιθυμῶν γὰρ ἀνελεῖν τὸν ἄνδρα καὶ νομίζων οὐδʼ ἂν ἐλεύθερος ἐκείνου ζῶντος εἶναι, μή τί γε τύραννος ἢ βασιλεύς, βίᾳ. μὲν οὐδὲν ἐπεχείρησε, Ταυρίωνα δὲ τῶν στρατηγῶν τινα καὶ φίλων ἐκέλευσεν ἀδήλῳ τρόπῳ τοῦτο πρᾶξαι, μάλιστα διὰ φαρμάκων, αὐτοῦ μὴ παρόντος. </p></div></div></div></body></text></TEI>