ὡς δʼ ἐπανῆλθον οἱ περὶ τὸν Ξενοκλέα τοῦ μὲν τείχους εἰληφότες μέτρα καὶ τοῦ τόπου τὴν φύσιν ἀπαγγέλλοντες οὐκ ἄπορον οὐδὲ χαλεπήν, τὸ δὲ λαθεῖν προσελθόντας ἐργῶδες εἶναι φάσκοντες ὑπὸ κηπουροῦ τινος κυναρίων, μικρῶν μέν, ἐκτόπως δὲ μαχίμων καὶ ἀπαρηγορήτων, εὐθὺς ἐνίστατο τὴν πρᾶξιν. ἡ μὲν οὖν τῶν ὅπλων παρασκευὴ συνήθης ἦν, πάντων, ὡς ἔπος εἰπεῖν, τότε κλωπείαις χρωμένων καὶ καταδρομαῖς ἐπʼ ἀλλήλους· τὰς δὲ κλίμακας Εὐφράνωρ ὁ μηχανοποιὸς ἀναφανδὸν ἐπήξατο, τῆς τέχνης αὐτῷ τὸ ἀνύποπτον διδούσης, ἐπεὶ καὶ αὐτὸς ἦν τῶν φυγάδων.