<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="3"><p><milestone unit="para"/>βουλευομένου δʼ αὐτοῦ χωρίον τι τῆς Σικυωνίας καταλαβεῖν, ὅθεν ὡρμημένος διαπολεμήσει πρὸς τὸν τύραννον, ἧκεν εἰς Ἄργος ἀνὴρ Σικυώνιος ἐκ τῆς εἱρκτῆς ἀποδεδρακώς· ἦν δὲ τῶν φυγάδων ἑνὸς Ξενοκλέους ἀδελφός· καὶ τῷ Ἀράτῳ προσαχθεὶς ὑπὸ τοῦ Ξενοκλέους ἔλεγε τοῦ τείχους καθʼ ὃν ὑπερβὰς αὐτὸς ἐσώθη τόπον, ἐντὸς μὲν ὀλίγου δεῖν ἐπίπεδον εἶναι, προσπεφυκότα χωρίοις πετρώδεσι καὶ ὑψηλοῖς, τὸ δὲ ἔξωθεν ὕψος ὑπὸ κλιμάκων οὐ πάνυ ἀνέφικτον.</p></div><div type="textpart" subtype="section" n="4"><p> ὡς δὲ ταῦτα ἤκουσεν ὁ Ἄρατος, ἐκπέμπει μετὰ τοῦ Ξενοκλέους οἰκέτας ἰδίους δύο, Σεύθαν τε καὶ Τέχνωνα, κατασκεψομένους τὸ τεῖχος, ἐγνωκὼς, εἰ δύναιτο, κρύφα καὶ πρὸς ἕνα κίνδυνον ὀξέως τὸ πᾶν ἀναρρῖψαι μᾶλλον ἢ μακρῷ πολέμῳ καὶ φανεροῖς ἀγῶσιν ἰδιώτης ἀντικαθίστασθαι πρὸς τύραννον.</p></div></div></div></body></text></TEI>