πρώτοις δὲ κοινοῦται τὴν γνώμην Ἀριστομάχῳ καὶ Ἐκδήλῳ. τούτων ὁ μὲν ἐκ Σικυῶνος ἦν φυγάς, ὁ δὲ Ἔκδηλος Ἀρκὰς ἐκ Μεγάλης πόλεως, ἀνὴρ φιλόσοφος καὶ πρακτικός, Ἀρκεσιλάου τοῦ Ἀκαδημιακοῦ γεγονὼς ἐν ἄστει συνήθης. δεξαμένων δὲ τούτων προθύμως διελέγετο τοῖς ἄλλοις φυγάσιν, ὧν ὀλίγοι μὲν αἰσχυνθέντες ἐγκαταλιπεῖν τὴν ἐλπίδα μετεῖχον τῶν πραττομένων, οἱ δὲ πολλοὶ καὶ τὸν Ἄρατον ἐπειρῶντο κατακωλύειν ὡς ἀπειρίᾳ πραγμάτων θρασυνόμενον.