ὅθεν οἵ τε φυγάδες μάλιστα τὸν νοῦν ἐκείνῳ προσεῖχον, ὅ τε Νικοκλῆς οὐκ ἠμέλει τῶν πραττομένων, ἀλλʼ ἀδήλως ἀπεθεώρει Καὶ παρεφύλαττεν αὑτοῦ τὴν ὁρμήν, τόλμημα μὲν οὐδὲν τηλικοῦτον δεδιὼς οὐδὲ ἔργον οὐδὲν οὕτω παρακεκινδυνευμένον, ὑποπτεύων δὲ τοῖς βασιλεῦσιν αὐτὸν διαλέγεσθαι φίλοις οὖσι Καὶ ξένοις πατρῴοις. καὶ γὰρ ἀληθῶς ὁ Ἄρατος ἐπεχείρησε τὴν ὁδὸν ἐκείνην βαδίζειν. ὡς δὲ Ἀντίγονος μὲν ὑπισχνούμενος ἠμέλει Καὶ παρῆγε παρῆγε Coraës and Ziegler, with S g : παρῆκε ( let the time pass ). τὸν χρόνον, αἱ δὲ ἀπʼ Αἰγύπτου Καὶ παρὰ Πτολεμαίου μακρὰν ἦσαν ἐλπίδες, ἔγνω διʼ αὑτοῦ καταλύειν τὸν τύραννον.