ἐν δὲ τῇ περὶ τὴν οἰκίαν ταραχῇ συνεκπεσὼν τοῖς φεύγουσιν ὁ παῖς, καὶ πλανώμενος ἐν τῇ πόλει περίφοβος καὶ ἀβοήθητος, κατὰ τύχην ἔλαθεν εἰς οἰκίαν παρελθὼν γυναικός, ἀδελφῆς μὲν Ἀβαντίδου, Προφάντῳ δὲ τῷ Κλεινίου ἀδελφῷ γεγαμημένης, ὄνομα Σωσοῦς. αὕτη δὲ καὶ τὸ ἦθος οὖσα γενναία καὶ σὺν θεῷ τινι τὸ παιδίον οἰομένη καταπεφευγέναι πρὸς αὐτήν ἀπέκρυψεν ἔνδον, εἶτα νυκτὸς εἰς Ἄργος ὑπεξέπεμψεν. οὕτω δʼ ἐκκλαπέντι τῷ Ἀράτῳ καὶ διαφυγόντι τὸν κίνδυνον εὐθὺς μὲν ἐνεφύετο καὶ συνηύξετο τὸ σφοδρὸν καὶ διάπυρον μῖσος ἐπὶ τοὺς τυράννους, τρεφόμενος δὲ παρὰ τοῖς ἐν Ἄργει ξένοις καὶ φίλοις πατρῴοις ἐλευθερίως, καὶ τὸ σῶμα βλαστάνον ὁρῶν εἰς εὐεξίαν καὶ μέγεθος, ἐπέδωκεν ἑαυτὸν ἀσκήσει τῇ περὶ παλαίστραν, ὥστε καὶ πένταθλον ἀγωνίσασθαι καὶ στεφάνων τυχεῖν.