οὐ γὰρ ἰδίων πλυταρξηʼς λιες ἀπορίᾳ καλῶν ἐξαρτῶσιν ἀλλοτρίων ἐπαίνων τὴν δόξαν, ἀλλὰ τοῖς ἐκείνων τὰ οἰκεῖα συνάπτοντες, ὡς καί τοῦ γένους καί τοῦ βίου καθηγεμόνας εὐφημοῦσι. διὸ κἀγὼ τὸν Ἀράτου τοῦ σοῦ πολίτου καί προπάτορος βίον, ὃν οὔτε τῇ δόξῃ τῇ περὶ σεαυτὸν οὔτε τῇ δυνάμει καταισχύνεις, ἀπέσταλκά σοί συγγραψάμενος, οὐχ ὡς οὐχὶ πάντων ἀκριβέστατά σοί μεμεληκὸς ἐξ ἀρχῆς ἐπίστασθαι τὰς ἐκείνου πράξεις, ἀλλʼ ὅπως οἱ παῖδές σου Πολυκράτης καί Πυθοκλῆς οἰκείοις παραδείγμασιν ἐντρέφωνται, τὰ μὲν ἀκούοντες, τὰ δὲ ἀναγινώσκοντες, ἅπερ αὐτοὺς μιμεῖσθαι προσήκει, φιλαύτου γὰρ ἀνδρός, οὐ φιλοκάλου, παντὸς ἀεὶ βέλτιστον ἡγεῖσθαι.