παροιμίαν τινὰ παλαιὰν, ὦ Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος, οὐχ ὃν ἔχει τρόπον, ἀλλʼ ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι, διατίθεται, τίς πατέρʼ αἰνήσει, εὶ μὴ εὐδαίμονες υἱοί; Διονυσόδωρος δὲ ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν τίς πατέρʼ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί ; καί φησι τοὺς ἀφʼ αὑτῶν οὐδενὸς ἀξίους ὄντας, ὑποδυομένους δὲ προγόνων τινῶν ἀρεταῖς ἀρεταῖς Sint. and Ziegler with S g ; Bekker has ἀρετάς , with inferior MSS. καί πλεονάζοντας ἐν τοῖς ἐκείνων ἐπαίνοις ὑπὸ τῆς παροιμίας ἐπιστομίζεσθαι· ἀλλʼ ᾧ γε φύσει τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων, κατὰ Πίνδαρον, Pyth. viii. 44f.( φυᾷ ἐκ πατέρων παισὶ λῆμα ). ὥσπερ σοί πρὸς τὸ κάλλιστον ἀφομοιοῦντι τῶν οἴκοθεν παραδειγμάτων τὸν βίον, εὔδαιμον ἂν εἴη τὸ μεμνῆσθαι τῶν ἀπὸ γένους ἀρίστων, ἀκούοντας περὶ αὑτῶν ἀεί τι καί λέγοντας.