μετὰ ταῦτα διαλλαγέντες οἱ τρεῖς, Καῖσαρ, Ἀντώνιος, Λέπιδος, διενείμαντο τὰς ἐπαρχίας σφαγάς τε καὶ προγραφὰς ἀνδρῶν διακοσίων ἐποίησαν, ἐν οἷς καὶ Κικέρων ἀπέθανε. τούτων οὖν εἰς Μακεδονίαν ἀπαγγελθέντων ἐκβιασθεὶς ὁ Βροῦτος ἔγραψεν Ὁρτησίῳ κτεῖναι Γάϊον Ἀντώνιον, ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι. διὰ ταῦθʼ ὕστερον Ἀντώνιος Ὁρτήσιον ἐν Φιλίπποις λαβὼν τῷ μνήματι τοῦ ἀδελφοῦ προσέσφαξε.