ὁρῶν δὲ καὶ ταῦτα τὴν βουλὴν βαρυνομένην καὶ πρὸς τὸν Βροῦτον ἀφορῶσαν ἔξω καὶ ψηφιζομένην ἐκείνῳ καὶ βεβαιοῦσαν τὰς ἐπαρχίας, ἔδεισε. καὶ τὸν μὲν Ἀντώνιον πέμπων εἰς φιλίαν προὐκαλεῖτο, τὰς δὲ δυνάμεις τῇ πόλει περιστήσας ὑπατείαν ἔλαβεν, οὔπω πάνυ μειράκιον ὤν, ἀλλʼ εἰκοστὸν ἄγων ἔτος, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν.