καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας καθʼ ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας· ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι νικᾶται. τούτῳ γὰρ ὁ Βροῦτος ἐχρῆτο στρατηγῷ καὶ πολλὰ διʼ αὐτοῦ κατώρθωσε. λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον οὐκ εἴασεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε, φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων. ὃ καὶ συνέβη, παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι.