οἱ δὲδιακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθʼ ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο. Γάϊος δʼ Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας. ἐπεὶ δʼ οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας, ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε.