τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται. Λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας.