Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων ὁ φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον. τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐδὲ ἀλλότριος, διαφερόντως δʼ ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος.