οὑτοσὶ δʼ, ὑπὲρ οὗ γράφεται ταῦτα, παιδείᾳ καὶ λόγῳ διὰ φιλοσοφίας καταμίξας τὸ ἦθος, καὶ τὴν φύσιν ἐμβριθῆ καὶ πρᾳεῖαν οὖσαν ἐπεγείρας ταῖς πρακτικαῖς ὁρμαῖς, ἐμμελέστατα δοκεῖ κραθῆναι πρὸς τὸ καλόν, ὥστε καὶ τοὺς ἀπεχθανομένους αὐτῷ διὰ τὴν ἐπὶ Καίσαρα συνωμοσίαν, εἰ μέν τι γενναῖον ἡ πρᾶξις ἤνεγκε, Βρούτῳ προσάπτειν, τὰ δυσχερέστερα δὲ τῶν γεγονότων τρέπειν εἰς Κάσσιον, οἰκεῖον μέν ὄντα Βρούτου καὶ φίλον, ἁπλοῦν δὲ τῷ τρόπῳ καὶ καθαρὸν οὐχ ὁμοίως.