αἱ δὲ τύχαι, τοῖς συμπτώμασι μᾶλλον ἢ ταῖς προαιρέσεσιν οὖσαι αἱ αὐταί, συνάγουσι τῶν ἀνδρῶν τοὺς βίους εἰς ὁμοιότητα. προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους, εἰς ὃ προὔθεντο τὰς πράξεις ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων καταθέσθαι μὴ δυνηθέντες.