μαρτύρια δὲ τοῦ μεγέθους αὐτῷ καὶ δι’ ἃ κακῶς ἀκούει. Δημητρίῳ μὲν γὰρ ὁ πατὴρ ἠγάπησε τὴν Ἀντιπάτρου Φίλαν ὡς κρείττονα συνοικῆσαι παρʼ ἡλικίαν, Ἀντωνίῳ δὲ ὁ Κλεοπάτρας γάμος ὄνειδος ἦν, γυναικὸς ὑπερβαλομένης δυνάμει καὶ λαμπρότητι πάντας πλὴν Ἀρσάκου τοὺς καθʼ αὑτὴν βασιλεῖς. ἀλλʼ οὕτως ἐποίησε μέγαν ἑαυτὸν ὥστε τοῖς ἄλλοις μειζόνων ἢ ἐβούλετο δοκεῖν ἄξιος. ἡ μέντοι προαίρεσις, ἀφʼ ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτος ἐπὶ ἐπὶ Bekker reads ἡ, with a single MS. τοῦ Δημητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθ ρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαι ζητοῦντος, ἡ δʼ Ἀντωνίου χαλεπὴ καὶ τυραννική, καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα τὴν ὑπὸ Καίσαρι μοναρχίαν.