<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="78"><div type="textpart" subtype="section" n="2"><p> ὁ δὲ ὡς ἤκουσεν, ἐνδοτέρω τῆς σκηνῆς ἀποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδεστὴν γενόμενον καὶ συνάρχοντα καὶ πολλῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν. εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλους καλέσας ἀνεγίνωσκεν ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος.</p></div><div type="textpart" subtype="section" n="3"><p>ἐκ δὲ τούτου τὸν Προκλήϊον ἔπεμψε κελεύσας, ἢν δύνηται, μάλιστα τῆς Κλεοπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβεῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸς δόξαν ἡγεῖτο τοῦ θριάμβου καταγαγεῖν ἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληΐῳ συνελθεῖν οὐκ ἠθέλησεν· </p></div></div></div></body></text></TEI>