πιστεύσας δὲ ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν, τί ἔτι μέλλεις, Ἀντώνιε; τὴν μόνην ἡ τύχη καὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖν πρόφασιν, εἰσῆλθεν εἰς τὸ δωμάτιον, καὶ τὸν θώρακα παραλύων καὶ διαστέλλων, ὦ Κλεοπάτρα, εἶπεν, οὐκ ἄχθομαί σου στερούμενος· αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι· ἀλλʼ ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος. ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας ὁ Ἀντώνιος εὖγε, εἶπεν, ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις· καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον.