<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="74"><div type="textpart" subtype="section" n="2"><p>ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς, χρυσόν, ἄργυρον, σμάραγδον, μαργαρίτην, ἔβενον, ἐλέφαντα, κινάμωμον· ἐπὶ πᾶσι δὲ δᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα, μὴ τραπομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃ καὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλπίδας αὐτῇ φιλανθ ρώπους προσπέμπειν ἅμα τῷ στρατῷ πορευόμενον ἐπὶ τὴν πόλιν.</p></div><div type="textpart" subtype="section" n="3"><p>ἱδρυθέντος δὲ αὐτοῦ περὶ τὸν ἱππόδρομον, Ἀντώνιος ἐπεξελθὼν ἠγωνίσατο λαμπρῶς καὶ τροπὴν τῶν Καίσαρος ἱππέων ἐποίησε, καὶ κατεδίωξεν ἄχρι τοῦ στρατοπέδου. μεγαλυνόμενος δὲ τῇ νίκῃ παρῆλθεν εἰς τὰ βασίλεια, καὶ τὴν Κλεοπάτραν κατεφίλησεν ἐν τοῖς ὅπλοις, καὶ τὸν ἠγωνισμένον προθυμότατα τῶν στρατιωτῶν συνέστησεν. ἡ δὲ ἀριστεῖον αὐτῷ θώρακα χρυσοῦν καὶ κράνος ἔδωκεν. ἐκεῖνος μὲν οὖν ὁ ἄνθρωπος λαβὼν ταῦτα διὰ νυκτὸς ηὐτομόλησε πρὸς Καίσαρα.</p></div></div></div></body></text></TEI>