ἐποίει δὲ τοῦτο καθʼ ἡμέραν· καὶ σχεδὸν ἐν πᾶσι μόνον εὕρισκε τὸ δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ καὶ στεναγμοῦ κάρον ὑπνώδη καὶ καταφορὰν ἐφελκόμενον, ἱδρῶτι μαλακῷ τοῦ προσώπου, καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει παραλυομένων ῥᾳδίως καὶ δυσχεραινόντων πρὸς τὰς ἐξεγέρσεις καὶ ἀνακλίσεις, ὥσπερ οἱ βαθέως καθεύδοντες. ἅμα δὲ καὶ πρὸς Καίσαρα πρεσβεις ἔπεμπον εἰς Ἀσίαν, ἡ μὲν αἰτουμένη τὴν ἐν Αἰγύπτῳ τοῖς παισὶν ἀρχήν, ὁ δὲ ἀξιῶν Ἀθήνησιν, εἰ μὴ δοκοίη περὶ Αἴγυπτον, ἰδιώτης καταβιῶναι. φίλων δὲ ἀπορίᾳ καὶ ἀπιστίᾳ διὰ τὰς αὐτομολίας ὁ τῶν παίδων διδάσκαλος ἐπέμφθη πρεσβεύων Εὐφρόνιος.