<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="71"><div type="textpart" subtype="section" n="3"><p> τὸ δὲ ἀπόρφυρον καὶ τέλειον ἱμάτιον Ἀντύλλῳ τῷ ἐκ Φουλβίας περιτιθείς, ἐφʼ οἷς ἡμέρας πολλὰς συμπόσια καὶ κῶμοι καὶ θαλίαι τὴν Ἀλεξάνδρειαν κατεῖχον. αὐτοὶ δὲ τὴν μὲν τῶν ἀμιμητοβίων ἐκείνην σύνοδον κατέλυσαν, ἑτέραν δὲ συνέταξαν οὐδέν τι λειπομένην ἐκείνης ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις, ἣν συναποθανουμένων ἐκάλουν. ἀπεγράφοντο γὰρ οἱ φίλοι συναποθανουμένους ἑαυτούς, καὶ διῆγον εὐπαθοῦντες ἐν δείπνων περιόδοις.</p></div><div type="textpart" subtype="section" n="4"><p>Κλεοπάτρα δὲ φαρμάκων<pb n="302"/> θανασίμων συνῆγε παντοδαπὰς δυνάμεις, ὧν ἑκάστης τὸ ἀνώδυνον ἐλέγχουσα προὔβαλλε τοῖς ἐπὶ θανάτῳ φρουρουμένοις. ἐπεὶ δὲ ἑώρα τὰς μὲν ὠκυμόρους τὴν ὀξύτητα τοῦ θανάτου δι’ ὀδύνης ἐπιφερούσας, τὰς δὲ πρᾳοτέρας τάχος οὐκ ἐχούσας, τῶν θηρίων ἀπεπειρᾶτο, θεωμένης αὐτῆς ἕτερον ἑτέρῳ προσφερόντων.</p></div></div></div></body></text></TEI>