<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="70"><div type="textpart" subtype="section" n="3"><p> εἶτα εἰπεῖν· <q>ἔστι μοι μικρὸν οἰκόπεδον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν, ἀπάγξωνται.</q> τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον.</p></div><div type="textpart" subtype="section" n="4"><p> ἦν δʼ ἐπιγεγραμμένον· <quote rend="blockquote"><l>ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι.</l><l>τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.</l></quote> <milestone unit="para"/>καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι<pb n="300"/> λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι· <quote rend="blockquote"><l>Τίμων μισάνθ ρωπος ἐνοικέω. ἀλλὰ πάρελθε,</l><l>οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον.</l></quote></p></div></div></div></body></text></TEI>