εἶτα εἰπεῖν· ἔστι μοι μικρὸν οἰκόπεδον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν, ἀπάγξωνται. τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον. ἦν δʼ ἐπιγεγραμμένον· ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι. τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε. καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι· Τίμων μισάνθ ρωπος ἐνοικέω. ἀλλὰ πάρελθε, οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον.