<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="70"><div type="textpart" subtype="section" n="1"><p> ὁ δὲ Τίμων ἦν Ἀθηναῖος, καὶ γέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος δραμάτων λαβεῖν ἔστι. κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυσμενὴς καὶ μισάνθρωπος· ἐκκλίνων δὲ καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην, νέον ὄντα καὶ θρασύν, ἠσπάζετο καὶ κατεφίλει προθύμως. Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου<pb n="298"/> τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο.</p></div><div type="textpart" subtype="section" n="2"><p> τὸν δὲ Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο· καί ποτε τῆς τῶν Χοῶν οὔσης ἑορτῆς εἱστιῶντο καθʼ αὑτοὺς οἱ δύο, τοῦ δʼ Ἀπημάντου φήσαντος, <q>ὡς καλόν, ὦ Τίμων, τὸ συμπόσιον ἡμῶν,</q> <q>εἴγε σύ,</q> ἔφη, <q>μὴ παρῆς.</q> λέγεται δὲ Ἀθηναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμα ποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάλην διὰ τὸ παράδοξον· </p></div></div></div></body></text></TEI>