<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="67"><div type="textpart" subtype="section" n="3"><p>ὁ δὲ Λαχάρης ὑπʼ Ἀντωνίου λῃστείας αἰτίᾳ περιπεσὼν ἐπελεκίσθη. πλὴν οὐκ ἐνέβαλεν ὁ Εὐρυκλῆς εἰς τὴν Ἀντωνίου ναῦν, ἀλλὰ τὴν ἑτέραν τῶν ναυαρχίδων ʽδύο γὰρ ἦσανʼ τῷ χαλκώματι πατάξας περιερρόμβησε, καὶ ταύτην τε πλαγίαν περιπεσοῦσαν εἷλε καὶ τῶν ἄλλων μίαν, ἐν ᾗ πολυτελεῖς σκευαὶ τῶν περὶ δίαιταν ἦσαν.</p></div><div type="textpart" subtype="section" n="4"><p>ἀπαλλαγέντος δὲ τούτου πάλιν ὁ Ἀντώνιος εἰς τὸ αὐτὸ σχῆμα καθεὶς ἑαυτὸν ἡσυχίαν ἦγε· καὶ τρεῖς ἡμέρας καθʼ ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς, εἴθʼ ὑπʼ ὀργῆς, εἴτʼ αἰδούμενος ἐκείνην, Ταινάρῳ προσέσχεν. ἐνταῦθα δʼ αὐτοὺς αἱ συνήθεις γυ˙ ναῖκες πρῶτον μὲν εἰς λόγους ἀλλήλοις συνήγαγον, εἶτα συνδειπνεῖν καὶ συγκαθεύδειν ἔπεισαν.</p></div></div></div></body></text></TEI>