Ἀντώνιος δέ, ἅμα ἡμέρᾳ τῶν πολεμίων ἐπιπλεόντων, φοβηθεὶς μὴ τῶν ἐπιβατῶν ἐρήμους ἕλωσι τὰς ναῦς, τοὺς μὲν ἐρέτας ὁπλίσας ἐπὶ τῶν καταστρωμάτων παρέταξεν ὄψεως ἕνεκα, τοὺς δὲ ταρσοὺς τῶν νεῶν ἐγείρας καὶ πτερώσας ἑκατέρωθεν ἐν τῷ στόματι περὶ τὸ Ἄκτιον ἀντιπρῴρους συνεῖχεν, ὡς ἐνήρεις καὶ παρεσκευασμένας ἀμύνεσθαι. καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶς ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνως ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺς πολεμίους, τῶν ἐν κύκλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων. εὐγνωμόνως δὲ καὶ Δομιτίῳ προσηνέχθη παρὰ τὴν Κλεοπάτρας γνώμην. ἐπεὶ γὰρ ἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰς ἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέως ἐνεγκὼν ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν μετὰ τῶν φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε.