<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="62"><div type="textpart" subtype="section" n="2"><p>Καῖσαρ δὲ οὐ πρὸς ὕψος οὐδὲ ὄγκον ἐπιδεικτικῶς<pb n="278"/> πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρεντεσίῳ συνέχων τὸ ναυτικόν, ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον, ἀλλʼ ἔρχεσθαι μετὰ τῶν δυνάμεων· αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς παραλίας<note xml:lang="eng" n="1" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παραλίας</foreign> Xylander’s correction of the MSS. <foreign xml:lang="grc">Ἰταλίας,</foreign> adopted by both Sintenis and Bekker.</note> ἵππου δρόμον ἀπὸ θαλάττης, μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται.</p></div><div type="textpart" subtype="section" n="3"><p>τούτοις ἀντικομπάξων Ἀντώνιος αὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτο, καίπερ ὢν πρεσβύτερος· εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμασιν, ὡς πάλαι Καῖσαρ καὶ Πομπήϊος, διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦν ἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ τῆς Ἠπείρου χωρίον ὃ Τορύνη καλεῖται κατασχών· θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον ʽὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖσʼ ἡ μὲν Κλεοπάτρα σκώπτουσα, <q>τί δεινόν,</q> ἔλεγεν, <q>εἰ Καῖσαρ ἐπὶ τορύνῃ κάθηται;</q></p></div></div></div></body></text></TEI>