<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg057.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><p> ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεομένους<note xml:lang="eng" n="2" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεομένους</foreign> Bekker has <foreign xml:lang="grc">δεησομένους,</foreign> after Coraës.</note> ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν φιλανθρώπως συνέπεμψε παρʼ ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀριστόδημον.</p></div><div type="textpart" subtype="section" n="2"><p>τοῦ δὲ Φαληρέως διὰ τὴν μεταβολὴν τῆς πολιτείας μᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεμίους δεδοικότος, οὐκ ἠμέλησεν ὁ Δημήτριος, ἀλλὰ καὶ τὴν δόξαν<pb n="22"/> αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς εἰς Θήβας αὐτόν, ὥσπερ ἐβούλετο, μετὰ ἀσφαλείας συνεξέπεμψεν. αὐτὸς δὲ τὴν μὲν πόλιν, οὐκ ἂν ἔφη, καίπερ ἐπιθυμῶν, ἰδεῖν πρότερον ἢ παντάπασιν ἐλευθερῶσαι τῆς φρουρᾶς ἀπαλλάξας· τῇ δὲ Μουνυχίᾳ χαράκωμα καὶ τάφρον περιβαλὼν διὰ μέσου, Μεγάροις ἐπέπλευσεν ὑπὸ Κασάνδρου φρουρουμένοις.</p></div></div></div></body></text></TEI>