προαισθομένου μὲν οὐδενός, ἐπεὶ δὲ ὤφθη πλησίον ὁ στόλος, ἁπάντων ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέχεσθαι παρασκευαζομένων, ὀψὲ συμφρονήσαντες ἐβοήθουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν, οἷον εἰκὸς ἐν ἀπροσδοκήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων ἀμύνεσθαι. τοῖς γὰρ στόμασι τῶν λιμένων ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριος καὶ διεξελάσας ἐντὸς ἦν ἤδη καταφανὴς πᾶσι, καὶ διεσήμηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας καὶ σιωπῆς. γενομένου δὲ τούτου κήρυκα παραστησάμενος ἀνεῖπεν ὅτι πέμψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ τοὺς Ἀθηναίους τοὺς Ἀθηναίους Sintenis and Ziegler: Ἀθηναίους. ἐλευθερώσοντα καὶ τὴν φρουρὰν ἐκβαλοῦντα καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πάτριον ἀποδώσοντα πολιτείαν.