ὡς δὲ πρῶτον ἐδόκει πλεῖν ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν Ἀντίγονον ὅτι δεῖ ταύτην τὴν πόλιν, ἂν ἕλωσι, κατέχειν δι’ αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν ὁ Ἀντίγονος, ἀλλʼ ἐπιβάθραν μὲν ἔφη καλὴν καὶ ἀσάλευτον εἶναι τὴν εὔνοιαν, τὰς δὲ Ἀθήνας, ὥσπερ σκοπὴν τῆς οἰκουμένης, ταχὺ τῇ δόξῃ διαπυρσεύειν εἰς ἅπαντας ἀνθρώπους τὰς πράξεις. ἔπλει δὲ Δημήτριος ἔχων ἀργυρίου πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ μὲν ἄστυ Δημητρίου τοῦ Φαληρέως Κασάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ φρουρᾶς καθεστώσης. εὐτυχίᾳ δὲ ἅμα καὶ προνοίᾳ χρησάμενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέμπτῃ φθίνοντος Θαργηλιῶνος,