ὁ δʼ ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβήσας ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατόπεδον· καὶ στρατιώτας μὲν ἑπτακισχιλίους ζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν, ἀλλʼ οἷς ἀποδώσειν ἔμελλε, καὶ τῆς νίκης οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν, ὡς τὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν. οὐ μὴν αὐτογνωμόνως ταῦτα ἔπραξεν, ἀλλʼ ἔγραψε τῷ πατρί. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ φίλους αὐτοῦ δωρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸ πάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντίγονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.