καὶ πάθος οὐ μειρακίου παθὼν ἐν ἀρχῇ πράξεως ἀνατραπέντος, ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ κεχρημένου πραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺς ἀθροιζομένους ἐγύμναζεν. Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις διαγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δὲ υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴ βουλόμενος οὐκ ἐνέστη πάλιν αἰτουμένῳ μάχεσθαι καθʼ αὑτόν, ἀλλʼ ἀφῆκε. καὶ μετʼ οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης, Πτολεμαίου στρατηγός, μετὰ λαμπρᾶς δυνάμεως, ὡς ἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷ προηττῆσθαι καταφρονούμενον.