αἱ δὲ ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲν ἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνους καὶ γυναικῶν· τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας. τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλεταῖρον γεγονέναι τὸν Δημήτριον ἐν ἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθʼ ἡλικίαν καὶ καθ’ ἡλικίαν Ziegler: καθ’ ἡλικίαν καί. συνήθης, ἐθεράπευε δὲ Ἀντίγονον, οὔτε ὢν οὔτε δοκῶν πονηρός, ἐκ δὲ ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν.