ἔστι δὲ τις καὶ τοῦ ἤθους ἐν τοῖς λόγοις ἑκατέρου δίοψις. ὁ μὲν γὰρ Δημοσθενικὸς ἔξω παντὸς ὠραϊσμοῦ καὶ παιδιᾶς εἰς δεινότητα καὶ σπουδὴν συνηγμένος οὐκ ἐλλυχνίων ὄδωδεν, ὥσπερ ὁ Πυθέας ἔσκωπτεν, ἀλλʼ ὐδροποσίας καὶ φροντίδων καὶ τῆς λεγομένης πικρίας τοῦ τρόπου καὶ στυγνότητος, Κικέρων δὲ πολλαχοὺ τῷ σκωπτικῷ πρὸς τὸ βωμολόχον ἐκφερόμενος καὶ πράγματα σπονδῆς ἄξια γέλωτι καὶ παίδιᾷ κατειρωνευόμενος ἐν ταῖς δίκαις εἰς τὸ χρειῶδες ἠφείδει τοῦ πρέποντος, ὥσπερ ἐν τῇ Καιλίου Καιλίου Coraës, Bekker, and Graux, after Wyttenbach: Κεκιλίου . συνηγορίᾳ μηδὲν ἄτοπον ποιεῖν αὐτὸν ἐν τοσαύτῃ τρνφῇ καὶ πολυτελείᾳ ταῖς ἡδοναῖς χρώμενον· τὸ γὰρ ὧν ἔξεστι μὴ μετέχειν, μανικὸν εἶναι, καὶ ταῦτα ἐν ἡδονῇ τὸ εὔδαιμον τῶν ἐπιφανεστάτων φιλοσόφων τιθεμένων.